Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.168.1 | Hdt. 2.169.3 (English) | >>Hdt. 2.170.2 |
2.169.1
ἐπείτε δὲ συνιόντες ὅ τε Ἀπρίης ἄγων τοὺς ἐπικούρους καὶ ὁ Ἄμασις πάντας Αἰγυπτίους ἀπίκοντο ἐς Μώμεμφιν πόλιν , συνέβαλον · καὶ ἐμαχέσαντο μὲν εὖ οἱ ξεῖνοι , πλήθεϊ δὲ πολλῷ ἐλάσσονες ἐόντες κατὰ τοῦτο ἑσσώθησαν .
2.169.2 Ἀπρίεω δὲ λέγεται εἶναι ἥδε διάνοια , μηδʼ ἂν θεόν μιν μηδένα δύνασθαι παῦσαι τῆς βασιληίης · οὕτω ἀσφαλέως ἑωυτῷ ἱδρῦσθαι ἐδόκεε . καὶ δὴ τότε συμβαλὼν ἑσσώθη καὶ ζωγρηθεὶς ἀπήχθη ἐς Σάιν πόλιν , ἐς τὰ ἑωυτοῦ οἰκία πρότερον ἐόντα , τότε δὲ Ἀμάσιος ἤδη βασιληία .
2.169.3 ἐνθαῦτα δὲ τέως μὲν ἐτρέφετο ἐν τοῖσι βασιληίοισι , καί μιν Ἄμασις εὖ περιεῖτε · τέλος δὲ μεμφομένων Αἰγυπτίων ὡς οὐ ποιέοι δίκαια τρέφων τὸν σφίσι τε καὶ ἑωυτῷ ἔχθιστον , οὕτω δὴ παραδιδοῖ τὸν Ἀπρίην τοῖσι Αἰγυπτίοισι . οἱ δέ μιν ἀπέπνιξαν καὶ ἔπειτα ἔθαψαν ἐν τῇσι πατρωίῃσι ταφῇσι ·
2.169.4 αἱ δέ εἰσι ἐν τῷ ἱρῷ τῆς Ἀθηναίης , ἀγχοτάτω τοῦ μεγάρου , ἐσιόντι ἀριστερῆς χειρός . ἔθαψαν δὲ Σαῗται πάντας τοὺς ἐκ νομοῦ τούτου γενομένους βασιλέας ἔσω ἐν τῷ ἱρῷ .
2.169.5 καὶ γὰρ τὸ τοῦ Ἀμάσιος σῆμα ἑκαστέρω μὲν ἐστὶ τοῦ μεγάρου ἢ τὸ τοῦ Ἀπρίεω καὶ τῶν τούτου προπατόρων , ἔστι μέντοι καὶ τοῦτο ἐν τῇ αὐλῇ τοῦ ἱροῦ , παστὰς λιθίνη μεγάλη καὶ ἠσκημένη στύλοισί τε φοίνικας τὰ δένδρεα μεμιμημένοισι καὶ τῇ ἄλλῃ δαπάνῃ · ἔσω δὲ ἐν τῇ παστάδι διξὰ θυρώματα ἕστηκε , ἐν δὲ τοῖσι θυρώμασι ἡ θήκη ἐστί .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.168.1 | Hdt. 2.169.3 (English) | >>Hdt. 2.170.2 |